Libanius → Spectatus
Tradução moderna em inglês
To Julian. (360?)
Have you forgotten us? We cannot suffer that, for Phoenicia sings your governorship in immortal hymns, and from your territory a stream of reports flows to us.
Texto latino / grego
Ἰουλιανῷ. (360?) Ἆρ’ ἡμῶν ἐπιλέλησαι; ἡμᾶς μὲν γὰρ οὐκ ἐᾷ τοῦτο πα- θεῖν ἡ Φοινίκη τὴν σὴν ἀρχὴν ὕμνοις ἀθανάτοις τιμῶσα. ῥει δὲ καὶ ἀπὸ τῆς ὑμετέρας Ἀσίας τῶν ἔργων λόγος βεβαιῶν τὰς προσδοκίας. οὐδὲν γὰρ οὕτω μέγα τῶν ἀγγελλομένων ὄντων ἁπάντων μεγάλων ὥστ’ εἶναι κρεῖττον ἐλπίδος. ἡμεῖς δὲ διά τε τὴν συγγένειαν τὴν πρὸς τοὺς Ἴωνας χαίρομεν καὶ ὅτι σὲ εἰκὸς ὁδῷ χωροῦντα αὐτῶν τε ἐκείνων καὶ τῶν τῇδε μετὰ μείζονος ἄρξειν τοῦ σχήματος. τούτων μὲν οὖν θεῷ μελή- σει, χάριν δὲ οὐκ ᾔτησέ με μᾶλλον ἢ δέδωκεν Ἀνδραγάθιος οὑτοσὶ δεηθεὶς λαβεῖν ἐπιστολήν. οὐ γὰρ μᾶλλον ἐκεῖνος ἡδί- ων ἔσται τῆς σῆς ἀπολαύων ῥοπῆς ἢ αὐτὸς ὅτι σὲ προσειπεῖν εἶχον ἡδόμην. τρία δή σοι τὸν νεανίσκον συνίστησιν, ἥ τε τοῦ λέγειν δύναμις, ἣν ἐν τοῖς ὑπάρχοις ἔδειξεν, ἥ τε ἐπιεί- κεια τῶν τρόπων, ἣν οὐκ ἔφθη τις συμμίξας καὶ οὐκ ἔγνω, τό θ’ ἡμῖν ἐπιτηδείως ἔχειν καὶ ταύτῃ γε νικᾶν τοὺς ἡμῖν ἐκ παιδὸς γνωρίμους.