Libanius → Bassianus
Tradução moderna em inglês
To Olympius. (358)
Your sons will receive every just treatment from us -- first, on the very ground of justice and the obligation so to act for anyone who is not wicked, and second...
Texto latino / grego
Ὀλυμπίῳ. (358) Τεύξονται πάντων τῶν δικαίων οἱ σοὶ παῖδες παρ’ ἡμῶν, πρῶτον μὲν κατ’ αὐτὸ τὸ τοῦ δικαίου μέρος καὶ τὸ δεῖν οὕτω ποιεῖν τόν γε οὐ πονηρὸν ἡγεμόνα· ἔπειθ’ ὅτι πα- ρακαλεῖ μὲν ὑπὲρ αὐτῶν Εὐθήριος, ἦγε δὲ αὐτοὺς Νεμέσιος, ὁ μὲν ἄρχων ἄριστος, ὁ δὲ ῥήτωρ ἄκρος, ὃς εἰ μοι καὶ δυσμε- νοῦς ἐνεχείριζε παῖδας, εἶδον ἂν ὡς φίλου παῖδας καὶ τὴν ἀπέχθειαν ἠγάπων. τίς δ’ οὐκ ἂν αἰδεσθείη τὸ πρόσ- ωπον, τὴν φωνήν, τὴν σιγήν; ἐγὼ μὲν οὐκ εἶδον ἄνδρα οὕτω μετὰ τοῦ καιροῦ πάντα ποιοῦντα. καὶ θαυμάσιόν οὐδὲν εἶναι τοιοῦτον ὄντα Ἀρμένιον. οἶδε γὰρ ἡ ὑμετέρα φέρειν ἀνδρῶν ἀρετάς. σὺ μὲν οὖν ὅπως ἀμείψῃ τὸν πορθμέα, ζήτει, πάν- τως δὲ οὐδὲν δώσεις τοιοῦτον, ὃ ποιήσει σε μὴ προσοφείλειν· ἐγὼ δὲ μισθὸν ὀφείλειν ὁμολογῶ τοῖς νέοις καὶ ἀποδώσω δι’ οὓς οὗτος καὶ δεῦρο ἦλθε καὶ παρ’ ἡμᾶς εἰσῆλθε καὶ τῶν φίλων εἷς γεγένηται.