Libanius → Demetrius
Tradução moderna em inglês
To Andronicus. (361)
I was glad that Hermeias and his family, having obtained justice, both praise you themselves and lead the rhetors, who at that time wrote on their behalf, to even greater...
Texto latino / grego
Ἀνδρονίκῳ. (361) Ἥσθην, ὅτι τῶν δικαίων τυχόντες οἱ περὶ τὸν Ἑρμείαν αὐτοί τε σὲ ἐπαινοῦσι καὶ τοὺς ῥήτορας, οἱ τότε ὑπὲρ αὐτῶν ἐπέστελλον, εἰς τὸ ἐπαινεῖν σε κατέστησαν. φασὶ δὲ καὶ ἐμοὶ χάριν ἔχειν οἱ ῥήτορες ὡς καὶ τῶν ἐμῶν τι δυνηθέντων γραμ- μάτων. ἐγὼ δὲ τἀκείνων αἰτιῶμαι τοῦ παντὸς καὶ χαίρω γε τιμῶντά σε τούτους ὁρῶν, οὓς τὸν μὴ θαυμάζοντα κἂν ἐγραψάμην. οἱ οὖν εὖ πεπονθότες πρότερον ἔρχονται εὖ πεισόμενοι πάλιν τὴν ἐλπίδα περὶ τῶν δευτέρων ἀπὸ τῶν ἔμπροσεν ἔχοντες ἄλλως τε καὶ περὶ τῶν αὐτῶν ἰόντες τρό- πον τινά. τὸ γὰρ ὅπως μὴ κινηθῇ παρ’ ἄλλων ἃ παρὰ σοῦ δέδοται ζητεῖν οὐχ ἕτερά ἐστιν αἰτούντων, ἀλλὰ τὸ βεβαίως ἅπερ ἔχουσιν ἔχειν. κοινὸν δὲ οἶμαι τοῦτο σοῦ τε καὶ τούτων ἀγαθὸν ἀθάνατον ἑστάναι τὴν ἄφεσιν. γράμματα δὲ ταυτὶ βασιλέως ἥκει σοι βουλόμενα τὰ σοὶ δόξαντα μένειν. σὺ δὲ οὐ δήπου μέλλεις ἥκιστα προσέξειν, ἃ σοὶ τιμὴν οὐχ ἧττον ἡ τούτοις φέρει βοήθειαν