As traduções modernas deste corpus são assistidas por IA e não substituem edições acadêmicas definitivas.
Letters of Libanius · c. 342

LibaniusPriscianus

Resumo

Letter to τβ'

Tradução moderna em inglês

To Euphemius. (361?)

I was glad for my companions who set out to visit you. For even if the time for speaking has not yet come, they can at least listen. And I call the right time not the...

Texto latino / grego

Εὐφημίῳ. (361?) Ὁρμηθεῖσιν ὡς σὲ τοῖς ἑταίροις συνήσθην. καὶ γὰρ εἰ μήπω καιρὸς ἥκει τοῦ λέγειν, ἀλλ’ ἀκούειν γε δύναιντ’ ἄν. καλῶ δὲ καιρὸν οὐ τὴν δόξαν τοῦ δύνασθαι βοηθεῖν, ἐπεὶ καὶ νῦν τισι δοκοῦσιν, ἀλλὰ τὴν λώφησιν τοῦ τῶν πραγμά- των ὄχλου, δι’ ὃν οὐδ’ ἐπικουρῆσαι τῶν ῥητόρων τοῖς πένη- σιν ἔστι σοι. λέξουσι μὲν οὖν εἰς τότε, κωλύει δὲ οὐδὲν καἰ σιγῶντας ἀπολαύειν εὐνοίας, ὡς οὐ μικρόν γε τοῖς οὗπερ οἵδε τεταγμένοις ἥμερον εἰς αὐτοὺς βλέψαι τὸν ἄρχοντα. εἰσὶ δὲ ἄξιοι τοῦ τοιοῦδε οὗτοι βλέμματος Λεόντιός τε καὶ Μαπ- κιανὸς καὶ λόγων εἵνεκα καὶ τρόπων.