As traduções modernas deste corpus são assistidas por IA e não substituem edições acadêmicas definitivas.
Letters of Libanius · c. 343

LibaniusDemetrius

Resumo

Letter to τια'

Tradução moderna em inglês

To Anatolius. (355)

Hyperechius will see Seleucia in the finest way possible, having the best of men to look upon there. But we, it seems, have become slaves to...

Texto latino / grego

Ἀνατολίῳ. (355) Κάλλιστα ἀνθρώπων Ὑπερέχιος ὄψεται Σελεύκειαν τὸν τῶν ἀνδρῶν ἄριστον ἐπ’ αὐτῆς ἔχων ὁρᾶν, ἡμεῖς δὲ ἄρα δοῦ- λοὶ γεγόναμεν ὑπὸ τῆς τέχνης ἢ πάντως ἂν τὴν αὐτὴν ἐθἐο- μεν οὐ λιμένος ἡμᾶς ἕλκοντος οὐδ’ οἷς φασιν ηὐξῆσθαι τὴν πόλιν, ἀλλὰ σοῦ καὶ τῶν σῶν τρόπων ἀναπειθόντων τρέχειν. λείπεται γάρ, ἐπειδὴ σὺ φεύγεις, ἡμᾶς διώκειν. καίτοι πῶς οὐ δεινὸν ἐκ μὲν Ἰταλίας ἐλθεῖν τῷ περὶ ἡμᾶς ἔρωτι, ζητεῖν δὲ οἷς ἀνθ’ ἡμῶν συνέσῃ καὶ πλέον νέμειν ἀγροῖς ἤ τισιν ἑτέροις τόποις τῆς ὑπὸ σοῦ πόλεως κεκοσμημένης; ἀλλ’ δ μὲν Ἀπόλλων πάλιν εἰς Δελφοὺς ἀφίξεται, Μαξίμῳ δὲ χαρι- σάμενος τὴν ἐκ τῶν γραμμάτων βοήθειαν τῷ κείνου παιδὶ χάρισαι τὸ ταχέως δοῦναι τὰ γράμματα. πλέον γὰρ οὗτος ἐπι- θυμεῖ πόνων ἢ τοῦ μὴ πονεῖν ἕτεροι. θαυμάσας οὖν αὐτοῦ τὸ πεπεῖσθαι τῷ πατρὶ σύστειλον εἰς μικρὸν αὐτῷ τὴν ἀπό· στάσιν.